Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.136.2 | Hdt. 8.137.4 (English) | >>Hdt. 8.138.2 |
8.137.2 ἐνθαῦτα δὲ ἐθήτευον ἐπὶ μισθῷ παρὰ τῷ βασιλέι , ὁ μὲν ἵππους νέμων , ὁ δὲ βοῦς , ὁ δὲ νεώτατος αὐτῶν Περδίκκης τὰ λεπτὰ τῶν προβάτων . ἡ δὲ γυνὴ τοῦ βασιλέος αὐτὴ τὰ σιτία σφι ἔπεσσε · ἦσαν γὰρ τὸ πάλαι καὶ αἱ τυραννίδες τῶν ἀνθρώπων ἀσθενέες χρήμασι , οὐ μοῦνον ὁ δῆμος ·
8.137.3 ὅκως δὲ ὀπτῴη , ὁ ἄρτος τοῦ παιδὸς τοῦ θητὸς Περδίκκεω διπλήσιος ἐγίνετο αὐτὸς ἑωυτοῦ . ἐπεὶ δὲ αἰεὶ τὠυτὸ τοῦτο ἐγίνετο , εἶπε πρὸς τὸν ἄνδρα τὸν ἑωυτῆς · τὸν δὲ ἀκούσαντα ἐσῆλθε αὐτίκα ὡς εἴη τέρας καὶ φέροι μέγα τι . καλέσας δὲ τοὺς θῆτας προηγόρευέ σφι ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς ἑωυτοῦ .
8.137.4 οἱ δὲ τὸν μισθὸν ἔφασαν δίκαιοι εἶναι ἀπολαβόντες οὕτω ἐξιέναι . ἐνθαῦτα ὁ βασιλεὺς τοῦ μισθοῦ πέρι ἀκούσας , ἦν γὰρ κατὰ τὴν καπνοδόκην ἐς τὸν οἶκον ἐσέχων ὁ ἥλιος , εἶπε θεοβλαβὴς γενόμενος · “μισθὸν δὲ ὑμῖν ἐγὼ ὑμέων ἄξιον τόνδε ἀποδίδωμι ,” δέξας τὸν ἥλιον .
8.137.5 ὁ μὲν δὴ Γαυάνης τε καὶ ὁ Ἀέροπος οἱ πρεσβύτεροι ἕστασαν ἐκπεπληγμένοι , ὡς ἤκουσαν ταῦτα · ὁ δὲ παῖς , ἐτύγχανε γὰρ ἔχων μάχαιραν , εἴπας τάδε · “δεκόμεθα ὦ βασιλεῦ τὰ διδοῖς ,” περιγράφει τῇ μαχαίρῃ ἐς τὸ ἔδαφος τοῦ οἴκου τὸν ἥλιον , περιγράψας δέ , ἐς τὸν κόλπον τρὶς ἀρυσάμενος τοῦ ἡλίου , ἀπαλλάσσετο αὐτός τε καὶ οἱ μετʼ ἐκείνου .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.136.2 | Hdt. 8.137.4 (English) | >>Hdt. 8.138.2 |